Παρασκευή 25 Αυγούστου 2023

ΚΥΡΙΑΚΗ ΙΒ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

undefined
 
ΑΓΙΟΣ ΦΑΝΟΥΡΙΟΣ - ΑΓΓΕΛΟΣ ΑΚΟΤΑΝΤΟΣ 15ος αι. 
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' (ιε' 1-11)
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· 7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· 10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.  

Τρίτη 15 Αυγούστου 2023

Παρασκευή 4 Αυγούστου 2023

Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ : ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Η Μεταμόρφωση του Σωτήρος - Τι εορτάζουμε; | xristianos.gr 
 
ΑΠΟΣΤΟΛΟΣ
ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β' (α' 10-19)
Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

Παρασκευή 28 Ιουλίου 2023

ΚΥΡΙΑΚΗ Η' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Εκκλησία Παναγίας Αγίας Νάπας: 30/07: Άγιοι Σίλας, Σιλουανός, Επαινετός,  Κρήσκης και Ανδρόνικος οι Απόστολοι
 
 Άγιοι Σίλας, Σιλουανός και Κρήσκης οι Απόστολοι
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ (α' 10-17)
  Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. 12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. 13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. 
 
ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ Ι. ΚΟΛΙΤΣΑΡΑ
Σας παρακαλώ δε, αδελφοί μου, στο όνομα και εξ ονόματος του Κυρίου ημών Ιησού Χριστού να είσθε όλοι ομόφωνοι και να λέγετε σαν από μια καρδία, την ίδια ομολογία της πίστεώς σας και να μη υπάρχουν μεταξύ σας σχίσματα και διαιρέσεις, αλλά να είσθε συγκρατημένοι, κατηρτησμένοι και ενωμένοι μεταξύ σας με τα αυτά φρονήματα και με την αυτήν γνώμην. 11 Διότι-σας το καθιστώ αυτό γνωστόν-μου ανεφέρθη από τους οικιακούς και συγγενείς της Χλόης για σας, αδελφοί μου, ότι υπάρχουν μεταξύ σας αντιθέσεις και φιλονεικίαι. 12 Εννοώ δε τούτο, ότι ο καθένας από σας, θέλων να παρουσιάση ανώτερον τον εαυτόν του από τους άλλους, λέγει· “εγώ μεν είμαι του Παύλου μαθητής”. Αλλος λέγει· “εγώ είμαι του Απολλώ”. και άλλος· “εγώ είμαι μαθητής του Κηφά”, και άλλος· “εγώ είμαι μαθητής του Χριστού”. 13 Εχει, λοιπόν, διαιρεθή ο Χριστός και η Εκκλησία του εις κόμματα και εις μερίδας; Ερωτώ ειδικώτερα σας, που διαλαλείτε και λέγετε ότι είσθε του Παύλου· μήπως ο Παύλος εσταυρώθη προς χάριν σας, δια να λάβετε την σωτηρίαν; Η μήπως έχετε βαπτισθή στο όνομα του Παύλου; 14 Ας είναι ευλογημένον και δοξασμένον το όνομα του Θεού, ο οποίος έφερεν έτσι τα πράγματα, ώστε από σας να μη βαπτίσω κανένα, ειμή μόνον τον Κρίσπον και τον Γαϊον. 15 Και έτσι δεν ημπορεί να πη κανείς, ότι εβάπτισα Χριστιανούς στο ιδικόν μου όνομα. 16 Εβάπτισα ακόμη και την οικογένειαν του Στεφανά· εκτός δε από αυτούς δεν γνωρίζω, αν έχω βαπτίσει κανένα άλλον. 17 Αλλωστε εγώ δεν είχα ως κύριον έργον μου την τέλεσιν του μυστηρίου του βαπτίσματος, διότι δεν με έστειλεν ο Χριστός ως Απόστολόν του εις την οικουμένην να βαπτίζω, αλλά να κηρύττω το χαρμόσυνον μήνυμα της σωτηρίας. Αυτό δε το κήρυγμα δεν το κάνω με την δύναμιν και τα ρητορικά σχήματα της ανθρωπίνης σοφίας, μη τυχόν και χάση την σωτήριον δύναμίν του και την άπειρον θείαν αξίαν του ο σταυρός του Κυρίου.  

ΕΥΑΓΓΕΛΙΟ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ (ιδ' 14-22)
Καὶ ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 
 
ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ Ι. ΚΟΛΙΤΣΑΡΑ
Και όταν εβγήκεν ο Ιησούς από εκεί που έμενεν, είδε πολύν λαόν, επλαγχνίσθη αυτούς και εθεράπευσεν όλους όσοι ήσαν άρωστοι. 15 Αργά δε το απόγευμα προσήλθαν οι μαθηταί και του είπαν· “ο τόπος είναι έρημος και η ώρα έχει περάσει· διέλυσε τα πλήθη, ώστε να πάνε εις τα γύρω χωριά και να αγοράσουν δια τον εαυτόν τους τροφάς”. 16 Ο δε Ιησούς τους είπεν· “δεν έχουν ανάγκην να πάνε· δώστε τους σεις να φάγουν”. (Και είπε τούτο, δια να δώση ευκαιρίαν στους μαθητάς να δείξουν την αγάπην των, αλλά και δια να τους προπαρασκευάση ψυχολογικώς δια το θαύμα). 17 Εκείνοι δε του είπαν· “εδώ δεν έχομεν παρά μόνον πέντε άρτους και δύο ψάρια”. 18 Ο δε Ιησούς είπε “φέρετέ τα εδώ εις εμέ”. 19 Και αφού συνέστησε εις τα πλήθη να καθήσουν επάνω εις τα χόρτα, επήρε τους πέντε άρτους και τα δύο ψάρια, εσήκωσε τα μάτια στον ουρανόν, δια να ευχαριστήση τον ουράνιον Πατέρα, ευλόγησε, έκοψε τους άρτους εις κομμάτια και τα έδωσε στους μαθητάς και οι μαθηταί στους όχλους. 20 Εφαγαν δε όλοι και εχόρτασαν και εμάζευσαν ο,τι επερίσσευσεν από τα κομμάτια, δώδεκα κοφίνια γεμάτα. 21 Εκείνοι δε που έφαγαν ήσαν πέντε περίπου χιλιάδες, εκτός από τας γυναίκας και τα παιδιά. 22 Και αμέσως ο Ιησούς ηνάγκασε τους μαθητάς να εισέλθουν στο πλοίον και να πάνε προ αυτού στο απέναντι μέρος, μέχρις ότου αυτός απολύση τα πλήθη του λαού. (Τούτο δε το έκαμε δια να μη παρασυρθούν και οι μαθηταί από τον άκριτον ενθουσιασμόν των ανθρώπων αυτών, που ήθελαν να τον ανακηρύξουν βασιλέα).  

ΟΜΙΛΙΑ ΓΕΤΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ
 
Τό θαῦμα τοῦ χορτασμοῦ τῶν πεντακισχιλίων (β΄ἔκδοσις) 18-8-2002

 

ΠΗΓΗ : arnion.gr

Παρασκευή 21 Ιουλίου 2023

ΚΥΡΙΑΚΗ Ζ΄ ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Προφήτης Ιεζεκιήλ, πιστέψτε ακράδαντα στην ανάσταση των νεκρών |  iconandlight
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (ιε' 1-7)
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· 3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ. 4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5 ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, 6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.
 

Παρασκευή 14 Ιουλίου 2023

ΚΥΡΙΑΚΗ ΣΤ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Δ' Οικουμενική Σύνοδος Χαλκηδόνος - ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ
 
Την Κυριακή μεταξύ της 13ης έως 19ης Ιουλίου εορτάζεται η μνήμη της Δ' Οικουμενικής Συνόδου που έγινε στη Χαλκηδόνα κατά των Μονοφυσιτών το έτος 451 μ.Χ.
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΤΟΝ (γ' 8-15)
Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.  

Παρασκευή 7 Ιουλίου 2023

ΚΥΡΙΑΚΗ Ε' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Αγίου Παγκρατίου Ιερομάρτυρος επισκόπου Ταυρομενίας | Ιερά Μητρόπολη Κιτίου
 
 ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (ι' 1-10)
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστι Χριστὸν καταγαγεῖν· 7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.  

Σάββατο 1 Ιουλίου 2023

ΚΥΡΙΑΚΗ Δ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΜΑΞΙΜΟΒΙΤΣ (1889-1966) 
ΒΙΟΓΡΑΦΙΚΑ ΣΤΟΙΧΕΙΑ : ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ (θ' 1-7)
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,  

Πέμπτη 29 Ιουνίου 2023

ΣΥΝΑΞΗ ΤΩΝ ΑΓΙΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ

Σήμερα η μνήμη της Σύναξης των Αγίων Δώδεκα Αποστόλων - ΕΚΚΛΗΣΙΑ ONLINE 
Οι Άγιοι Δώδεκα Απόστολοι - Ι.Μ. Καρακάλλου - Αγιογράφου Διονυσίου εκ Φουρνά των Αγράφων (1722)
  Την 30η Ιουνίου, η Εκκλησία γιορτάζει τους δώδεκα Αποστόλους που αρχικά εξέλεξε ο Κύριος, πλην του Ιούδα Ισκαριώτη. Αυτοί είναι: Σίμωνας (Πέτρος), Ανδρέας, Ιάκωβος, Ιωάννης, Φίλιππος, Θωμάς, Βαρθολομαίος (Ναθαναήλ), Ματθαίος, Ιάκωβος του Αλφαίου, Σίμωνας ο Ζηλωτής, Ιούδας ο αδελφός του Ιακώβου του μικρού και ο Ματθίας, που εξελέγη μέσα στο υπερώο τις παραμονές της Πεντηκοστής, σε αντικατάσταση του Ιούδα του Ισκαριώτη.

Σάββατο 24 Ιουνίου 2023

ΚΥΡΙΑΚΗ Γ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Η Παναγία η Μεγαλομάτα
 ΣΥΝΑΞΗ ΠΑΝΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΤΑΣ ΣΚΙΑΘΟΥ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (ε' 1-10)
 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
 

Παρασκευή 16 Ιουνίου 2023

ΚΥΡΙΑΚΗ Β' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Ορθόδοξος Συναξαριστής :: Σύναξη της Παναγίας της Αρβανίτισσας στην Χίο
 
ΣΥΝΑΞΗ ΠΑΝΑΓΙΑΣ ΑΡΒΑΝΙΤΙΣΣΑΣ ΣΤΗ ΧΙΟ - ΕΟΡΤΑΖΕΙ 63 ΗΜΕΡΕΣ ΜΕΤΑ ΤΟ ΑΓΙΟ ΠΑΣΧΑ  (ΒΛΕΠΕ ΕΔΩ)
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (β' 10-16)
Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 
 

Παρασκευή 9 Ιουνίου 2023

ΚΥΡΙΑΚΗ Α' ΜΑΤΘΑΙΟΥ (ΑΓΙΩΝ ΠΑΝΤΩΝ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Εορτή Αγίων Πάντων Μύκανης - Stagonnews
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ (ια' 33-40, ιβ' 1-2)
Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.  
1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. 
 

11 ΙΟΥΝΙΟΥ : Η ΣΥΝΑΞΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ "ΑΞΙΟΝ ΕΣΤΙ" - Η ΕΜΦΑΝΙΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ "ΑΞΙΟΝ ΕΣΤΙ" ΣΤΟΝ ΑΓΙΟ ΠΑΪΣΙΟ - ΠΡΟΣΠΑΘΕΙΑ ΑΝΑΣΤΥΛΩΣΗΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΚΕΛΙΟΥ - ΕΚΤΕΝΗΣ ΠΕΡΙΓΡΑΦΗ ΤΗΣ ΕΙΚΟΝΑΣ - ΠΕΡΙΣΤΑΤΙΚΑ ΠΟΥ ΣΥΝΔΕΟΝΤΑΙ ΜΕ ΤΟΝ ΑΓΓΕΛΙΚΟ ΥΜΝΟ ΚΑΙ ΤΗΝ ΙΕΡΗ ΕΙΚΟΝΑ

          

          Η εικόνα της Παναγίας, το «Ἄξιον ἐστι», είναι μια από τις περίφημες εικόνες του Αγίου Όρους. Βρίσκεται στο ναό του Πρωτάτου στις Καρυές του Αγίου Όρους, θεωρούμενη ως «κοινή εφέστιος προστάτις» εικόνα όλων των Αγιορείτικων Μονών, φέρουσα στο πλαίσιό της τις σφραγίδες και των 20 Μονών. Αρχικά η εικόνα αυτή βρισκόταν σε ένα παντοκρατορινό κελί στην τοποθεσία τη λεγόμενη κοιλάδα του «Ἄδειν» κοντά και κάτω από τη σκήτη του Αγίου Ανδρέα.

            Την 11 Ιουνίου 980 μ.Χ. (κατά άλλους το 982 μ.Χ.) ο γέροντας έλειπε από το κελί, καθώς είχε πάει

σε μια αγρυπνία στις Καρυές, αφήνοντας μόνο τον υποτακτικό του. Ο υποτακτικός τη νύχτα έκανε κανονικά τον κανόνα του. Ακούει σε μια στιγμή να του χτυπάνε την πόρτα, ανοίγει και βλέπει έναν περαστικό να του ζητάει να τον φιλοξενήσει, πράγμα που γίνεται. Συνεχίζει ο μοναχός τον κανόνα του μέχρι που φτάνει στην θ' ωδή «Τὴν Τιμιωτέρα τῶν Χερουβίμ...». Τότε τον διακόπτει ο φιλοξενούμενος και του λέει: «Όχι, πρώτα θα πεις: Ἄξιον ἐστιν ὡς ἀληθῶς...» ως συμπλήρωμα του υπό του Κοσμά Μαϊουμά (βλέπε 14 Οκτωβρίου) Μεγαλυνάριου της Θεοτόκου. Ο μοναχός ενθουσιασμένος ζητάει να του γράψει ο νέος τον ύμνο για να μπορεί να το ψάλλει και αυτός. Επειδή όμως δε βρέθηκε μελάνι και χαρτί μέσα στο κελλί, ο μυστηριώδης ξένος μοναχός χάραξε τον ύμνο με το δάκτυλό του σε μια πέτρινη πλάκα και προσθέτοντας ότι έτσι πρέπει να ψάλλεται στο εξής ο ύμνος αυτός από όλους τους Ορθόδοξούς, έγινε άφαντος.
          Οι Αγιορείτες έστειλαν την πλάκα στον βασιλιά και στον Πατριάρχη Νικόλαο Χρυσοβέργη (βλέπε 16 Δεκεμβρίου), ο οποίος ενέκρινε την εισαγωγή του αγγελικού αυτού ύμνου στο λειτουργικό βίο της Εκκλησίας. Την δε εικόνα, μπροστά στην οποία ψάλθηκε για πρώτη φορά ο αγγελικός ύμνος, τη μετέφεραν στο Πρωτάτο, στο οποίο καθιερώθηκε να γίνεται και η ετήσια πανήγυρη σε ανάμνηση του θαύματος και προς τιμή της Θεοτόκου. 

11 ΙΟΥΝΙΟΥ : ΑΓΙΟΥ ΛΟΥΚΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΥΜΦΕΡΟΥΠΟΛΕΩΣ ΚΑΙ ΚΡΙΜΑΙΑΣ - ΚΙΝΗΜΑΤΟΓΡΑΦΙΚΗ ΒΙΟΓΡΑΦΙΑ ΤΟΥ ΑΓΙΟΥ ΛΟΥΚΑ ΜΕ ΘΕΜΑ : "ΘΕΡΑΠΕΥΟΝΤΑΣ ΤΟ ΦΟΒΟ"



Βιογραφία
Ο Άγιος αρχιεπίσκοπος Λουκάς, κατά κόσμον Βαλεντίν του Φέλιξ Βόινο - Γιασενέτσκι, γεννήθηκε στις 14/27 Απριλίου 1877 μ.Χ. στο Κέρτς της χερσονήσου της Κριμαίας. Το οικογενειακό περιβάλλον μέσα στο οποίο μεγάλωσε ήταν ιδιόμορφο καθώς ο πατέρας του ήταν Ρωμαιοκαθολικός ενώ η μητέρα του, αν και ορθόδοξη, περιοριζόταν σε καλές πράξεις χωρίς να συμμετέχει ενεργά στη λατρευτική ζωή της Εκκλησίας. Πολύ νωρίς μετακομίζουν στο Κίεβο.

Στο Κίεβο ο Βαλεντίν αποφασίζει να σπουδάσει Ιατρική. Παίρνει το πτυχίο του το 1903 μ.Χ. και παρακολουθεί μαθήματα οφθαλμολογίας.

Το 1904 μ.Χ., με το ξέσπασμα του Ρωσο - Ιαπωνικού πολέμου, βρέθηκε στην Άπω Ανατολή, όπου εργάστηκε ως χειρουργός με μεγάλη επιτυχία. Εκεί συναντήθηκε και με την Άννα Βασιλίεβνα Λάνσκαγια, τη μέλλουσα σύζυγό του, με την οποία απέκτησε τέσσερα παιδιά. Μετά το τέλος του πολέμου εργάζεται σε διάφορα επαρχιακά νοσοκομεία. Οι επιτυχίες του είναι τόσες πολλές που η φήμη του εξαπλώνεται γρήγορα και ασθενείς καταφθάνουν από παντού. Την ίδια εποχή μελετά σχετικά με την τοπική αναισθησία και συντάσσει επιστημονικά άρθρα. Διαπρέπει στις εγχειρήσεις των οφθαλμών και αποφασίζει να ασχοληθεί με τη θεραπεία των πυογόνων λοιμώξεων.
Το 1917 μ.Χ. ο Βαλεντίν εκλέγεται καθηγητής στο Πανεπιστήμιο της Τασκένδης. Η ρωσική επανάσταση είχε ήδη αρχίσει και η εκκλησία βρέθηκε στο στόχαστρο των Μπολσεβίκων. Η κατάσταση είχε ξεφύγει από κάθε έλεγχο. Τότε ο Βαλεντίν συνελήφθη για πρώτη φορά. Αιτία ήταν η συκοφαντία ενός νοσοκόμου. Με τη βοήθεια του Θεού αποκαλύφθηκε η αλήθεια και ο γιατρός αφέθηκε ελεύθερος. Η περιπέτεια αυτή όμως, παρά το αίσιο τέλος της, αναστάτωσε την Άννα, η οποία έπασχε ήδη από φυματίωση, και η υγεία της επιδεινώθηκε σε βαθμό που λίγες ημέρες αργότερα
υπέκυψε. Μετά τον θάνατό της ο γιατρός εμπιστεύτηκε τα παιδιά του στη Σοφία Σεργκέγεβνα, μια πιστή νοσοκόμα, η οποία τους στάθηκε σαν δεύτερη μητέρα για πολλά χρόνια.