Παρασκευή 28 Ιανουαρίου 2022

ΚΥΡΙΑΚΗ ΙΕ' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΒΡΑΙΟΣ (ιγ' 7-16) 
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. 
 

Παρασκευή 21 Ιανουαρίου 2022

ΚΥΡΙΑΚΗ ΙΔ' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Τι γιορτή είναι σήμερα 23 Ιανουαρίου | orthodoxia.online
ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ Ο ΕΝ ΟΛΥΜΠΩ - ΑΡΙΣΤΕΡΑ ΤΟ ΣΠΗΛΑΙΟ ΟΠΟΥ ΑΣΚΗΤΕΥΣΕ Ο ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΣΤΟΝ ΟΛΥΜΠΟ
 
ΚΑΤΑ ΤΙΜΟΘΕΟΝ Α' (α' 15-17)
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 
 

Τρίτη 18 Ιανουαρίου 2022

19 ΙΑΝΟΥΑΡΙΟΥ : ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ - ΟΜΙΛΙΑ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΕΡΕΥΝΗΤΗ π. ΓΕΩΡΓΙΟΥ ΜΕΤΑΛΛΗΝΟΥ

Ο Μάρκος ανεδείχθη ο θερμότερος και στερεότερος υπέρμαχος της Ορθοδοξίας, αρνούμενος να υπογράψει τον όρο της ψευδοενώσεως, έτσι που όταν ο πάπας Ευγένιος Δ’ (1431 - 1447 μ.Χ.) πληροφορήθηκε την απόφασή του είπε: «Μᾶρκος οὐχ ὑπέγραψε, λοιπὸν ἐποιήσαμεν οὐδέν».


ΟΜΙΛΙΑ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΩΡΓΙΟΥ ΜΕΤΑΛΛΗΝΟΥ ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΤΟΥ ΑΓΙΟΥ ΑΝΤΥΠΑ ΟΔΟΝΤΙΑΤΡΙΚΗΣ ΣΧΟΛΗΣ ΑΘΗΝΩΝ ΜΕ ΘΕΜΑ Ο ΑΓ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ ΠΟΥ ΕΚΦΩΝΗΘΗΚΕ ΤΗΝ ΠΕΜΠΤΗ 19 ΙΑΝΟΥΑΡΙΟΥ 2017

Σάββατο 15 Ιανουαρίου 2022

ΚΥΡΙΑΚΗ ΙΒ' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Η ΤΙΜΙΑ ΑΛΥΣΙΔΑ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ « Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ  ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ
 
Την ημέρα αυτή τελούμε την προσκύνηση της τιμίας αλυσίδας του Αγίου Αποστόλου Πέτρου, με την οποία τον έδεσε και τον έριξε στην φυλακή ο τετράρχης Ηρώδης, σύμφωνα με την εξιστόρηση του Ευαγγελιστή Λουκά στις Πράξεις των Αποστόλων (12ο κεφάλαιο των Πράξεων). Ο Ηρώδης έβαλε τους Ιουδαίους και συνέλαβαν τον Απόστολο Πέτρο κατά τις ημέρες της εορτής των αζύμων. Και όταν τον έπιασε, τον έβαλε στην φυλακή. Τη νύκτα, πριν την ημέρα κατά την οποία ο Ηρώδης έμελλε να τον παρουσιάσει στον λαό, ο Απόστολος Πέτρος κοιμόταν μεταξύ δύο στρατιωτών και φρουροί φύλαγαν μπροστά στο κελί του. Ξαφνικά ήλθε Άγγελος Κυρίου και έλαμψε φως στο κελί. Αφού κτύπησε την πλευρά του Πέτρου, τον ξύπνησε και του είπε: «Σήκω γρήγορα». Και έπεσαν οι αλυσίδες από τα χέρια του. Κάποιοι Χριστιανοί ευσεβείς διαφύλαξαν αυτή την αλυσίδα διαδοχικά από γενεά σε γενεά, μέχρι που την μετέφεραν στην Κωνσταντινούπολη και την εναπέθεσαν στο ναό του Αγίου Πέτρου, που βρίσκεται μέσα στη μεγάλη Εκκλησία, όπου ετελείτο και η Σύναξη του Αποστόλου.
ΠΗΓΗ : ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ (γ' 4-11)
Αδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.  

Τετάρτη 12 Ιανουαρίου 2022

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΣΟΦΙΑ ΣΕΙΡΑΧ : ΟΜΙΛΙΑ 35η

 Ο ΒΑΣΙΛΙΑΣ ΣΟΛΟΜΩΝ ΚΑΙ Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ

 35. Ἐξερεύνησις καί ἀναζήτησις τῆς Σοφίας. Ἡ Σοφία, ὁ Ἰησοῦς Χριστός εἶναι ἡ ΑΝΑΠΑΥΣΙΣ καί ἡ ΕΥΦΡΟΣΥΝΗ. Τά δεσμά της γίνονται στολίδια δόξης. Μάθε νά ἀκοῦς τήν Σοφία. 6, 27 - 33 08/07/1986

ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
  27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· 28 ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην. 29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. 30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· 31 στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ. 32 ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ. 33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.
 

 

ΠΗΓΗ : arnion.gr

Παρασκευή 7 Ιανουαρίου 2022

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Η Βάπτιση του Χριστού - ΕΚΚΛΗΣΙΑ ONLINE
 
 ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ (δ' 7-13)
Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. 9 τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, 

Πέμπτη 6 Ιανουαρίου 2022

7 ΙΑΝΟΥΑΡΙΟΥ : ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ : ΟΜΙΛΙΕΣ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΠΡΟΔΡΟΜΟΣ :  ΨΗΦΙΔΩΤΟ ΣΤΟ ΝΑΟ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗΣ

Ὁ ἀληθινά μεγάλος. (07-01-01)





Ἡ ταπεινοφροσύνη τοῦ Βαπτιστοῦ. (07-01-02)





ΧΑΙΡΕΤΙΣΜΟΙ ΚΑΙ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ : ΕΔΩ

Σάββατο 1 Ιανουαρίου 2022

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Άγιος Σεραφείμ του Σάρωφ: Να υπομένουμε τα ελαττώματά μας όπως υπομένουμε  και των συνανθρώπων μας | Διακόνημα
Ο ΟΣΙΟΣ ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ 
Ο ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ : ΕΔΩ 
ΦΩΤΗΣ ΚΟΝΤΟΓΛΟΥ "Ο ΠΟΛΥΑΓΑΠΗΜΕΝΟΣ ΑΓΙΟΣ ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ", ΑΣΑΛΕΥΤΟ ΘΕΜΕΛΙΟ, ΑΚΡΙΤΑΣ, 1996 : ΕΔΩ
ΣΤΑΧΥΟΛΟΓΗΜΑΤΑ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΣΕΡΑΦΕΙΜ : ΕΔΩ
 
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' (δ' 5-8)
 Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. 
Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.