Παρασκευή 31 Μαΐου 2024

ΚΥΡΙΑΚΗ Ε΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ (ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Κυριακή της Σαμαρείτιδος - Ιστοσελίδα Ιερού Ναού Παναγίας Μυρτιδιώτισσας  Αλίμου
 
 ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (ια' 19-30)
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. 26 ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. 

Σάββατο 25 Μαΐου 2024

ΚΥΡΙΑΚΗ Δ' ΑΠΟ ΤΟ ΠΑΣΧΑ (ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ , 7-5-2023 - Ιερά Μητρόπολη Λέρου Καλύμνου και  Αστυπάλαιας
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (θ' 32-42)
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33 εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.  

Παρασκευή 17 Μαΐου 2024

ΚΥΡΙΑΚΗ Γ' ΑΠΟ ΤΟ ΠΑΣΧΑ (ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΙΑΟΥ


ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (στ' 1-7)
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.  

Σάββατο 11 Μαΐου 2024

ΚΥΡΙΑΚΗ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΘΩΜΑ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Απόστολος Θωμάς: Ο δύσπιστος μαθητής του Κυρίου
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (ε' 12-20)
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλὰ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.  

Σάββατο 4 Μαΐου 2024

ΣΠΟΥΔΗ ΣΤΗΝ ΕΙΚΟΝΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

 
Ἡ Λαμπροφόρος Ἑορτὴ τῆς 'Αναστάσεως
τοῦ Κυρίου καὶ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν 'Ιησοῦ Χριστοῦ.


    Ἡ 'Ανάσταση τοῦ Χριστοῦ εἶναι ἡ βασίλισσα τῶν ἑορτῶν, τὸ ἀποκορύφωμα τῶν πανηγύρεων, ἡ κυρία τῶν ἡμερῶν, τὸ κέντρο τῆς ζωῆς μας, ἡ πηγὴ τῆς σωτηρίας μας, ἡ ὑπόθεση τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης ὅλων μας, ἡ βρύση τῆς εὐλογίας καὶ ἀγαλλιάσεως.
   Εἶναι ἡ ἡμέρα ἡ "Λαμπρή", ὅπως τὴν ἀποκαλεῖ ὁ πιστὸς λαός μας. Ἡ ἡμέρα ποὺ ὅλοι χαίρονται. Ὅλη ἡ κτίσις ἑορτάζει. Ὁ οὐρανός, ἡ γῆ καὶ τὰ ὑποχθόνια πανηγυρίζουν καὶ σκιρτοῦν. Οἱ Ἄγγελοι, οἱ ἄνθρωποι καὶ οἱ ψυχὲς τῶν κεκοιμημένων ἀγάλλονται καὶ εὐφραίνονται πνευματικά.
   Μὲ τὴν Ἀνάσταση τοῦ Κυρίου νικήθηκε ὁ θάνατος, ποὺ τυραννοῦσε δυναστικὰ τὸ γένος τῶν ἀνθρώπων. Καὶ ὅλοι ἀπολαύσαμε τὸ μεγάλο δῶρο τῆς αἰώνιας ζωῆς, τὸν θησαυρὸ τῆς ἀθανασίας. Ἔτσι

ἐκπληρώθηκε ὁ σκοπὸς τῆς ἐνανθρώπισης τοῦ Κυρίου μας. Δηλαδή, ὁ Θεὸς ἔγινε ἄνθρωπος, γιὰ νὰ κάνει τὸν ἄνθρωπο μέτοχο τῆς αἰώνιας χαρᾶς. Γιὰ νὰ ζῆ ὁ ἄνθρωπος μαζὶ μὲ τὸν Θεό, στὴν Βασιλεία του, καὶ νὰ γεύεται τὰ ἀγαθά του, ἀναστημένος καὶ ἐλευθερωμένος.


«Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτω θάνατον πατήσας
καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος».

Τετάρτη 1 Μαΐου 2024

Η ΔΙΚΗ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ : ΜΕΓΑΛΥΤΕΡΟ ΕΓΚΛΗΜΑ ΔΕΝ ΜΠΟΡΟΥΣΕ ΝΑ ΔΙΑΠΡΑΞΕΙ Ο ΑΝΘΡΩΠΟΣ

Ο Δικαστής Χρήστος Δερμοσσονιάδης, αναλύει μέσα από μια νομικη ματιά τη δίκη του Χριστού και μέσω νομικών επιχειρημάτων στοιχειοθετεί το κατά πόσο ήταν δίκαιη, σύμφωνα με το νόμο και τη δικονομία της εποχής.

   Στην εβραϊκή δίκη του Μεγάλου Συνεδρίου σημειώσαμε 16 από τις παραβάσεις του Μωσαϊκού Νόμου.
    Στη δίκη του Πιλάτου σημειώσαμε άλλες 16 σοβαρές παραβάσεις του Ρωμαϊκού Δικαίου.
      Η όλη όμως διεξαγωγή των δικών, από τη βραδινή σύλληψη μέχρι την μεσημβρινή Σταύρωση, οι ψευδείς και εναλλασσόμενες κατηγορίες, η συνεχής εναλλαγή της δίκης και της ανάκρισης, η μεταφορά του Χριστού από τα σπίτια των αρχιερέων στο Πραιτώριο, στο λιθόστρωτο, στον Ηρώδη, οι βασανισμοί του κατηγορουμένου και η Σταύρωση Του ενώ βρέθηκε 6 φορές αθώος από τον Πιλάτο και τον Ηρώδη, δεν μπορούν να χαρακτηριστούν σαν δίκη, ούτε σαν παρωδία δίκης αλλά σαν το μεγαλύτερο κακούργημα της ανθρωπότητας και την αιώνια ντροπή που βαρύνει τον κόσμο όλο. Μεγαλύτερο έγκλημα δε μπορούσε να διαπράξει ο άνθρωπος. Και όμως τον Σταυρό του θανάτου μετέτρεψε ο Κύριος σε ξύλο της ζωής και το μέγα έγκλημα το μετέτρεψε σε Θείο Σχέδιο Σωτηρίας για μας, τους δήμιούς Του.
       Τίποτε αντάξιο της θυσίας Του δεν έχουμε να του αντιπροσφέρουμε και περιοριζόμαστε στο μυστήριο της Θείας Μεταλήψεως. Το Αίμα του Χριστού δεν είναι «εφ’ υμάς και επί τα τέκνα ημών» αλλά μας προσφέρεται για να σωθούμε εμείς και τα παιδιά μας.