Δευτέρα 22 Φεβρουαρίου 2021

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : «ΜΗΝΥΜΑΤΑ ΨΑΛΜΩΝ» : ΨΑΛΜΟΣ 62ος

 

14. Ἡ ἀγάπη καί ὁ πόθος τοῦ Θεοῦ σάν δίψα τῆς ψυχῆς καί τοῦ σώματος. Πάνω ἀπό χίλιες ζωές ἀξίζει τό ἔλεος τοῦ Θεοῦ. «'Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου». Τά «ὀπίσθια»τοῦ Θεοῦ εἶναι ἡ ἐνανθρώπισις. Πῶς ἐννοεῖται αὐτή ἡ προσκόλλησις. (δ. 57')  21-01-1989

ΨΑΛΜΟΣ 62ος
2 Ο ΘΕΟΣ ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
6 ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
8 ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
11 παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα  

 

ΠΗΓΗ ΟΜΙΛΙΩΝ : arnion.gr