Παρασκευή 28 Φεβρουαρίου 2025

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΠΛΑΝΑΣ « Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ
  1851-1932
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (ιγ' 11-14, ιδ' 1-4)
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ’ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. 
1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.  

Σάββατο 22 Φεβρουαρίου 2025

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Κυριακή της Απόκρεω - Η Κρίση κατά την Δευτέρα Παρουσία | Λειτουργικά και  Ερμηνευτικά - Άγιος Κοσμάς Ο Αιτωλός | Ορθόδοξος Ιεραποστολικός Σύνδεσμος    Άγιος Πολύκαρπος Σμύρνης - Βικιπαίδεια
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ (η' 8-13, θ' 1-2)
8 Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.  
1 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 
 

Παρασκευή 21 Φεβρουαρίου 2025

ΤΑ ΨΥΧΟΣΑΒΒΑΤΑ : ΠΟΙΑ ΕΙΝΑΙ - ΠΟΤΕ ΚΑΙ ΓΙΑΤΙ ΤΕΛΟΥΝΤΑΙ


      Μέσα στὴν ἰδιαίτερη μέριμνά της γιὰ τοὺς κεκοιμημένους, ἡ ἁγία Ὀρθόδoξη Ἐκκλησία μας ἔχει καθορίσει ξεχωριστὴ ἡμέρα τῆς ἑβδομάδος γι᾿ αὐτούς. Κάθε Σάββατο δηλαδή.
     Ὅπως ἡ Κυριακὴ εἶναι ἡ ἡμέρα τῆς Ἀναστάσεως τοῦ Κυρίου, ἔτσι καὶ τὸ Σάββατο εἶναι ἡ ἡμέρα τῶν κεκοιμημένων, γιὰ νὰ τοὺς μνημονεύουμε καὶ νὰ ἔχουμε (ἐπι)κοινωνία μαζί τους. Σὲ κάθε προσευχὴ καὶ ἰδιαίτερα στὶς προσευχὲς τοῦ Σαββάτου ὁ πιστὸς μνημονεύει τοὺς οἰκείους, συγγενεῖς καὶ προσφιλεῖς, ἀλλὰ ζητᾶ καὶ τὶς προσευχὲς τῆς Ἐκκλησίας γι᾿ αὐτούς.
     Στὸ δίπτυχο (χαρτάκι), ποὺ φέρνουμε μαζὶ μὲ τὸ προσφορο γιὰ τὴ θεία Λειτουργία, ἀναγράφονται τὰ ὀνόματα τῶν ζώντων καὶ τῶν κεκοιμημένων, τὰ ὁποῖα μνημονεύονται.
Σὲ ἐτήσια βάση ἡ Ἐκκλησία ἔχει καθορίσει δύο Σάββατα, τὰ ὁποῖα ἀφιερώνει στοὺς κεκοιμημένους της. Εἶναι τὰ Ψυχοσάββατα. Τὸ ἕνα πρὶν ἀπὸ τὴν Κυριακὴ τῆς Ἀπόκρεω καὶ τὸ ἄλλο πρὶν ἀπὸ τὴν Κυριακὴ τῆς Πεντηκοστῆς.

Παρασκευή 14 Φεβρουαρίου 2025

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 
 
Τη πρώτη Κυριακή μετά την 13ην Φεβρουαρίου εορτάζεται «ἐν Ἀρχαίᾳ Κορίνθῳ», η μνήμη των συνεργατών του Αποστόλου Παύλου Τιτίου, Ιούστου, Χλόης και Κρίσπου.
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ (στ' 12-22)
Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ Θεοῦ.  

Παρασκευή 7 Φεβρουαρίου 2025

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


 
Τριώδιο ονομάζεται το Λειτουργικό Βιβλίο της Εκκλησίας μας το οποίο περιλαμβάνει τους Ύμνους των Κυριακών, απο την Κυριακή του Τελώνου και του Φαρισαίου μέχρι και το Μεγάλο Σάββατο πρίν την Τελετή της Αναστάσεως. Ονομάζεται έτσι διότι οι περισσότεροι Κανόνες του Όρθρου (πρωινή Ακολουθία) περιέχουν τρείς Ωδές ενώ συνήθως περιέχουν εννέα Ωδές - την 8η και την 9η πάντοτε, ύστερα δε διαδοχικά μία από τις πέντε πρώτες.

Το Τριώδιο τοποθετείται στα Αναλόγια των Ναών μας στον Εσπερινό του Σαββάτου της Κυριακής του Τελώνου και του Φαρισαίου αφού πρώτα ο Πρωτοψάλτης το παραλάβει απο την Εικόνα του Χριστού και το ασπασθεί. Έτσι ανοίγει το Τριώδιο, περίοδος η οποία διαιρείται σε τρείς μικρότερες, δηλ. Κυριακή Τελώνου και Φαρισαίου μέχρι Κυριακή της Τυροφάγου, Καθαρά Δευτέρα μέχρι το Σάββατο Του Λαζάρου και Κυριακή των Βαίων το βράδυ μέχρι το Μεγάλο Σάββατο πρίν την Ανάσταση. Παλαιότερα στην περίοδο του τριωδίου συμπεριλαμβάνονταν και η περίοδος από την Κυριακή του Πάσχα μέχρι την Κυριακή των αγίων πάντων. Αργότερα όμως οι ιερές ακολουθίες της περιόδου αυτής περιελήφθησαν σε ιδιαίτερο λειτουργικό βιβλίο το «Πεντηκοστάριο».
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' (γ' 10-15)
Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.  

Σάββατο 1 Φεβρουαρίου 2025

Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


 Υπαπαντή του Κυρίου – Η Θεία Συνάντηση στον Ιερό τόπο! | Πεμπτουσία
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ (ζ' 7-17) 
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8 καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9 καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ. 11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. 15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· 17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.