Ο ΒΑΣΙΛΙΑΣ ΣΟΛΟΜΩΝ ΚΑΙ Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ
26. Ποικίλες περιπτώσεις ὠφελίμου καί μή ὠφελίμου ἐντροπῆς. 4, 22 - 31 17-9-1985
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
20
Συντήρησον καιρὸν καὶ φύλαξαι
ἀπὸ πονηροῦ καὶ περὶ τῆς
ψυχῆς σου μὴ αἰσχυνθῇς· 21
ἔστι γὰρ αἰσχύνη
ἐπάγουσα ἁμαρτίαν, καὶ
ἔστιν αἰσχύνη δόξα καὶ
χάρις. 22 μὴ λάβῃς πρόσωπον
κατὰ τῆς ψυχῆς σου καὶ μὴ
ἐντραπῇς εἰς πτῶσίν σου. 23
μὴ κωλύσῃς λόγον ἐν καιρῷ
σωτηρίας· 24 ἐν γὰρ λόγῳ
γνωσθήσεται σοφία καὶ παιδεία
ἐν ρήματι γλώσσης. 25 μὴ
ἀντίλεγε τῇ ἀληθείᾳ
καὶ περὶ τῆς ἀπαιδευσίας
σου ἐντράπηθι. 26 μὴ
αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿
ἁμαρτίαις σου καὶ μὴ βιάζου
ροῦν ποταμοῦ. 27 καὶ μὴ
ὑποστρώσῃς σεαυτὸν
ἀνθρώπῳ μωρῷ καὶ μὴ
λάβῃς πρόσωπον δυνάστου. 28
ἕως τοῦ θανάτου ἀγώνισαι
περὶ τῆς ἀληθείας, καὶ
Κύριος ὁ Θεὸς πολεμήσει
ὑπὲρ σοῦ. 29 μὴ γίνου ταχὺς
ἐν γλώσσῃ σου καὶ νωθρὸς
καὶ παρειμένος ἐν τοῖς
ἔργοις σου. 30 μὴ ἴσθι ὡς λέων
ἐν τῷ οἴκῳ σου καὶ
φαντασιοκοπῶν ἐν τοῖς
οἰκέταις σου. 31 μὴ ἔστω ἡ
χείρ σου ἐκτεταμένη εἰς τὸ
λαβεῖν καὶ ἐν τῷ
ἀποδιδόναι συνεσταλμένη.
ΠΗΓΗ: arnion.gr