Παρασκευή 30 Οκτωβρίου 2020

ΚΥΡΙΑΚΗ Ε' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


 
ΣΥΝΑΞΗ ΤΩΝ ΕΝ ΛΑΡΙΣΗ ΑΓΙΩΝ
 
ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ : ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ (Α, ιβ΄27-31, ιγ΄1-7)
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείτονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 
 

Τετάρτη 28 Οκτωβρίου 2020

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΣΟΦΙΑ ΣΕΙΡΑΧ : ΟΜΙΛΙΑ 3η


Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ

3. Ὁ Θεός εἶναι ὁ μόνος ἀπολύτως σοφός. Ὁ Θεός ἔβαλε τήν σφραγίδα τῆς Σοφίας εἰς ὅλα τά δημιουργήματά του. Ἡ Σοφία προσφέρεται κατά τήν προαίρεσιν ἑκάστου, κυρίως δἐ εἰς τούς ἀγαπῶντας αὐτήν. Ὁ φόβος τοῦ Θεοῦ εἶναι δόξα, καύχημα, εὐφροσύνη, στέφανος, χαρά καί παρέχει μακροημέρευσιν. 1, 8 - 12  (04/09/84)

 Κείμενο ανάλυσης : 1, 8-12
«8 εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. 9 Κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, 10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. 11 φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. 12 φόβος Κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν». 

 

 

ΠΗΓΗ : arnion.gr

Παρασκευή 23 Οκτωβρίου 2020

ΚΥΡΙΑΚΗ ΣΤ' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

                                Η αγία Ταβιθά η ελεήμων (25 Οκτωβρίου) | Το σπιτάκι της Μέλιας
 
 ΑΓΙΑ ΤΑΒΙΘΑ Η ΕΛΕΗΜΩΝ
 
ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ :  ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΓΑΛΑΤΑΣ (Α' 11-19)
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. 
 

Τρίτη 20 Οκτωβρίου 2020

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΣΟΦΙΑ ΣΕΙΡΑΧ : ΟΜΙΛΙΑ 2η

 

Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ

2. Παραδείγματα Θείας Σοφίας ἐπί τῆς κτίσεως. Ἡ Σοφία ἐνανθρωπιζομένη κατά τό «ὁ Λόγος Σάρξ ἐγένετο». Αἱ πορεῖαι τῆς Σοφίας εἶναι αἰώνιες ἐντολές. Ἡ ρίζα, ἡ οὐσία τῆς ἐνυποστάτου Σοφίας ἄγνωστος καί ἀψηλάφητος καί ἀδιανόητος.   1, 2 - 7  (28/08/84)
 
Κείμενο ανάλυσης : 1, 2-7
ΠΑΣΑ σοφία παρὰ Κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. 2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; 3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; 4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος [5 πηγὴ σοφίας λόγος Θεοῦ ἐν ὑψίστοις, καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι]. 6 ρίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; [7 ἐπιστήμη σοφίας τίνι ἐφανερώθη; καὶ τὴν πολυπειρίαν αὐτῆς τίς συνῆκε;] 
 
 
 

ΠΗΓΗ: arnion.gr

Παρασκευή 16 Οκτωβρίου 2020

ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΒΙΟΓΡΑΦΙΚΑ ΣΤΟΙΧΕΙΑ ΓΙΑ ΤΟΝ ΑΓΙΟ ΛΟΥΚΑ : ΕΔΩ
 
ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ : ΕΔΩ
 
 ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ (δ' 5-11, 14-18)
 Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.
Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ' οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ' ὑμῶν· ἀμήν.
 

Δευτέρα 12 Οκτωβρίου 2020

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΣΟΦΙΑ ΣΕΙΡΑΧ : ΟΜΙΛΙΑ 1η

 
Ο ΒΑΣΙΛΙΑΣ ΣΟΛΟΜΩΝ ΚΑΙ Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ

1. Εἰσαγωγή. Ἡ πολλαπλή ἔννοια τοῦ ὅρου ΣΟΦΙΑ. Ἡ Θεία Σοφία ὡς ἐνυπόστατος εἶναι ὁ ἐνανθρωπήσας Θεός Λόγος. 1,1 ( 07/08/84)
 
Κείμενο ανάλυσης : 1,1 
ΠΑΣΑ σοφία παρὰ Κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.

 

ΠΗΓΗ :arnion.gr

Παρασκευή 9 Οκτωβρίου 2020

ΚΥΡΙΑΚΗ Δ' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 ΚΥΡΙΑΚΗ ΤΟΥ ΣΠΟΡΕΩΣ
 
ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ : ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ ΠΑΥΛΟΥ (γ' 8-15)
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.  

Παρασκευή 2 Οκτωβρίου 2020

ΚΥΡΙΑΚΗ Β' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΑΓΙΟΣ ΙΕΡΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΘΗΝΩΝ - ΒΙΟΓΡΑΦΙΚΑ ΣΤΟΙΧΕΙΑ : ΕΔΩ
 
ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ :  ΕΔΩ
 
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' ΕΠΙΣΤΟΛΗΣ ΠΑΥΛΟΥ (στ' 16-18, ζ' 1)
 Ἀδελφοί, τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
Ταῦτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.