Σάββατο 29 Απριλίου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : pdf

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (ΣΤ' 1-7)
ΑΠΟΣΤΟΛΟΣ
Πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.


Ἀπόδοση στη νεοελληνική
Καθώς οἱ μαθηταὶ ἐπληθύνοντο, ἄρχισαν παράπονα τῶν Ἑλληνιστῶν κατὰ τῶν Ἑβραίων, διότι παρημελοῦντο αἱ χῆραι των κατὰ τὴν καθημερινὴν διανομήν.
Τότε οἱ δώδεκα προσκάλεσαν ὅλον τὸ σῶμα τῶν μαθητῶν καὶ εἶπαν, «Δὲν εἶναι σωστὸ νὰ ἀφήσωμεν ἐμεῖς τὸν λόγον τοῦ Θεοῦ καὶ νὰ ὑπηρετοῦμε σὲ τραπέζια. Ἀναζητήσατε λοιπόν, ἀδελφοί, ἑπτὰ ἄνδρας μεταξύ σας ποὺ νὰ χαίρουν καλῆς φήμης, πλήρεις ἀπὸ Ἅγιον Πνεῦμα καὶ σοφίαν, τοὺς ὁποίους θὰ τοποθετήσωμεν εἰς τὸ ἔργο αὐτό, ἐμεῖς δὲ θὰ ἀφοσιωθοῦμε εἰς τὴν προσευχὴν καὶ εἰς τὴν ὑπηρεσίαν τοῦ λόγου».
Αὐτὰ ποὺ εἶπαν, ἄρεσαν σ’ ὅλους καὶ ἐδιάλεξαν τὸν Στέφανον, ἄνδρα γεμᾶτον πίστιν καὶ Πνεῦμα Ἅγιον, καὶ τὸν Φίλιππον, τὸν Πρόχορον, τὸν Νικάνορα, τὸν Τίμωνα, τὸν Παρμενᾶν καὶ τὸν Νικόλαον, ὁ ὁποῖος ἦτο προσήλυτος ἀπὸ τὴν Ἀντιόχειαν. Αὐτοὺς ἔφεραν ἐνώπιον τῶν ἀποστόλων οἱ ὁποῖοι προσευχήθηκαν καὶ ἔθεσαν ἐπάνω τους τὰ χέρια.
Καὶ ὁ λόγος τοῦ Θεοῦ διεδίδετο, ὁ ἀριθμὸς τῶν μαθητῶν εἰς τὴν Ἱερουσαλὴμ ηὔξανε πάρα πολὺ καὶ πολλοὶ ἀπὸ τοὺς ἱερεῖς ὑπήκουαν εἰς τὴν πίστιν.

ΚΑΤΑ ΜΑΡΚΟΝ (ΙΕ' 43 - ΙΣΤ' 8)
ΕΥΑΓΓΕΛΙΟ
Εν ταις ημέραις ἐκείναις, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Απόδοση στη νεοελληνική
Τις ημέρες ἐκείνες, ἦλθε ὁ Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας, ὁ ὁποῖος ἦτο σημαίνων βουλευτὴς ποὺ περίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Αὐτὸς ἐτόλμησε καὶ ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλᾶτος ἐξεπλάγη ὄταν ἄκουσε ὅτι εἶχε ἤδη πεθάνει. Καὶ ἐκάλεσε τὸν ἑκατόνταρχον καὶ τὸν ἐρώτησε ἐὰν εἶχε πεθάνει πρὸ πολλοῦ. Καὶ ὅταν ἐπληροφορήθηκε ἀπὸ τὸν ἑκατόνταρχον, ἐδώρησε τὸ σῶμα εἰς τὸν Ἰωσήφ. Αὐτὸς δὲ ἀγόρασε σινδόνι καὶ τὸν κατέβασε, τὸν ἐτύλιξε μὲ τὸ σινδόνι καὶ τὸν ἔθεσε εἰς μνῆμα, ποὺ ἦτο λαξευμένον εἰς βράχον καὶ ἐκύλισε ἕνα λίθον εἰς τὴν πόρτα τοῦ μνήματος. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρατηροῦσαν ποῦ τὸν βάζουν.
Ὅταν ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἀγόρασαν ἀρώματα διὰ νὰ ἔλθουν νὰ τὸν ἀλείψουν. Καὶ πολὺ πρωΐ, τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, ἔρχονται εἰς τὸ μνῆμα, ἀφοῦ εἶχε ἀνατείλει ὁ ἥλιος, καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς θὰ μᾶς κυλίσῃ τὸν λίθον ἀπὸ τὴν πόρτα τοῦ μνημείου;». Καὶ ὅταν ἐσήκωσαν τὰ μάτια τους, βλέπουν ὅτι ὁ λίθος εἶχε κυλισθῆ. Ἦτο δὲ πάρα πολὺ μεγάλος. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ μνῆμα, εἶδαν ἕνα νέον μὲ λευκὴν στολὴν νὰ κάθεται εἰς τὰ δεξιὰ καὶ κατελήφθησαν ἀπὸ φόβο. Αὐτὸς δὲ λέγει εἰς αὐτάς, «Μὴ τρομάζετε. Τὸν Ἰησοῦν ζητᾶτε τὸν Ναζαρηνὸν τὸν σταυρωμένον; Ἀναστήθηκε, δὲν εἶναι ἐδῶ. Νά ὁ τόπος ὅπου τὸν ἔβαλαν. Ἀλλὰ πηγαίνετε καὶ πέστε εἰς τοὺς μαθητάς του καὶ εἰς τὸν Πέτρον, «Πηγαίνει πρὶν ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε». Καὶ ἐβγῆκαν καὶ ἔφυγαν ἀπὸ τὸ μνημεῖον διότι τὰς κατεῖχε τρόμος καὶ ἔκπληξις. Καὶ σὲ κανέναν δὲν εἶπαν τίποτε, διότι ἐφοβοῦντο.

 ΠΗΓΗ : ΕΔΩ

ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ




Ἀπό τό περιθώριον εἰς τόν πρωταγωνισμόν. (28-04-85)





ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : ΕΔΩ

Δευτέρα 24 Απριλίου 2017

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ (94)


94. Τό ξύλον τῆς ζωῆς εἶναι ὁ Χριστός εἰς τό Μυστήριον τῆς Θείας Εὐχαριστίας. Ὁ θρόνος τοῦ Θεοῦ καί τοῦ Ἀρνίου.   22, 2 – 3 (29/01/84)
 
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. 3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ



ΠΗΓΗ : arnion.gr

ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : ΕΔΩ


ΠΗΓΗ :

Παρασκευή 21 Απριλίου 2017

ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ : ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ




















ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : pdf

ΑΓΙΟΣ ΘΩΜΑΣ : ΒΙΟΓΡΑΦΙΚΑ : ΕΔΩ ΚΑΙ ΕΔΩ
ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ : ΒΙΟΓΡΑΦΙΚΑ :  ΕΔΩ ΚΑΙ ΕΔΩ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΩΝ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (ιβ, 1-11)
Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ρύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῶ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.


Απόδοση στη νεοελληνική:
Κατ’ ἐκεῖνον τὸν καιρὸν ὁ Ἡρώδης ὁ βασιλεὺς ἔβαλε χέρι σὲ μερικοὺς ποὺ ἀνῆκαν εἰς τὴν ἐκκλησίαν διὰ νὰ τοὺς κακοποιήσῃ. Ἐφόνευσε μὲ μάχαιραν τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ Ἰωάννου. Καὶ ὅταν εἶδε ὅτι αὐτὸ ἐπροξένησε εὐχαρίστησιν εἰς τοὺς Ἰουδαίους, ἐπροχώρησε νὰ συλλάβῃ καὶ τὸν Πέτρον· ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων.
Καὶ ὅταν τὸν ἔπιασε, τὸν ἔβαλε εἰς τὴν φυλακὴν καὶ τὸν παρέδωκε σὲ τέσσερις τετράδες στρατιωτῶν, διὰ νὰ τὸν φυλάττουν, διότι ἤθελε νὰ τὸν παρουσίασῃ εἰς τὸν λαὸν μετὰ τὸ Πάσχα. Καὶ ἔτσι ὁ Πέτρος ἐκρατεῖτο εἰς τὴν φυλακὴν ἀλλ’ ἐγίνετο ἀπὸ τὴν ἐκκλησίαν ἔνθερμη προσευχὴ γι’ αὐτὸν εἰς τὸν Θεόν. Τὴν νύχτα πρὸ τῆς ἡμέρας, κατὰ τὴν ὁποίαν ἔμελλε ὁ Ἡρώδης νὰ τὸν παρουσιάσῃ, ὁ Πέτρος, δεμένος μὲ δύο ἁλυσίδες, ἐκοιμότανε μεταξὺ δύο στρατιωτῶν, καὶ φρουροὶ ἐμπρὸς στὴν πόρτα ἐφύλατταν τὴν φυλακήν.
Αἴφνης ἦλθε ἄγγελος Κυρίου καὶ ἔλαμψε φῶς εἰς τὸ κελλί. Ἀφοῦ ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε, «Σήκω γρήγορα». Καὶ ἔπεσαν οἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του. Καὶ ὁ ἄγγελος τοῦ εἶπε, «Ζώσου καὶ φόρεσε τὰ σανδάλια σου». Καὶ τὸ ἔκανε. Ὕστερα τοῦ εἶπε, «Φόρεσε τὸν μανδύα σου καὶ ἀκολούθησέ με». Καὶ ἐβγῆκε ἔξω καὶ τὸν ἀκολούθησε καὶ δὲν εἶχε συνείδησιν ὅτι εἶναι ἀληθινὸν ἐκεῖνο ποὺ ἐγίνετο διὰ τοῦ ἀγγέλου, ἀλλ’ ἐνόμισε ὅτι βλέπει ὅραμα. Ἐπέρασαν τὸ πρῶτον φυλάκιον καὶ τὸ δεύτερον, καὶ ἐφθασαν εἰς τὴν πύλην τὴν σιδηρᾶν ποὺ ὡδηγοῦσε εἰς τὴν πόλιν καὶ ἡ ὁποία μόνη της ἄνοιξε διὰ νὰ περάσουν. Ἀφοῦ ἐβγῆκαν, ἐπροχώρησαν σ’ ἕνα στενὸ δρόμο, καὶ ἀμέσως ὁ ἄγγελος τὸν ἄφησε. Ὅταν συνῆλθε ὁ Πέτρος εἶπε, «Τώρα καταλαβαίνω ὅτι ἀληθινὰ ἔστειλε ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἔσωσε ἀπὸ τὸ χέρι τοῦ Ἡρώδη καὶ ἀπὸ κάθε τι ποὺ ἐπερίμενε ὁ Ἰουδαϊκὸς λαός».

ΕΥΑΓΓΕΛΙΟ
ΚΑΤΑ ΙΩΑΝΝΗ (κ, 19-31)
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Απόδοση στη νεοελληνική:
Κατὰ τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης, τῆς πρώτης τῆς ἑβδομάδος, καὶ ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐκεῖ ὅπου ἦσαν συγκεντρωμένοι οἱ μαθηταί, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἦλθε ὁ Ἰησοῦς καὶ στάθηκε εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη νὰ εἶναι μαζί σας».
Ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὴν πλευράν του. Οἱ μαθηταὶ ἐχάρησαν διότι εἶδαν τὸν Κύριον. Ὁ Ἰησοῦς τοὺς εἶπε καὶ πάλιν, «Εἰρήνη νὰ εἶναι μαζί σας. Καθὼς ἔστειλε ἐμὲ ὁ Πατέρας καὶ ἐγὼ στέλνω ἐσᾶς». Ὅταν εἶπε αὐτό, ἐφύσησε εἰς τὸ πρόσωπον καὶ τοὺς λέγει, «Λάβετε Πνεῦμα Ἅγιον· ἐὰν συγχωρέσετε τὶς ἁμαρτίες κανενὸς τοῦ εἶναι συγχωρημένες· ἂν κανενὸς δὲν τὶς συγχωρήσετε, θὰ μείνουν ἀσυγχώρητες».
Ὁ Θωμᾶς, ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Δίδυμος, δὲν ἦτο μαζί τους ὅταν ἦλθε ὁ Ἰησοῦς. Τοῦ εἶπαν λοιπὸν οἱ ἄλλοι μαθηταί, «Εἴδαμε τὸν Κύριον». Αὐτὸς δὲ τοὺς εἶπε, «Ἐὰν δὲν ἰδῶ εἰς τὰ χέρια του τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, δὲν θὰ πιστέψω».
Ὕστερα ἀπὸ ὀκτὼ ἡμέρες ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταί του καὶ ὁ Θωμᾶς μαζί τους. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐστάθηκε εἰς τὸ μέσον καὶ εἶπε, «Εἰρήνη νὰ εἶναι μαζί σας». Ἐπειτα λέγει εἰς τὸν Θωμᾶν, «Φέρε τὸ δάκτυλό σου ἐδῶ καὶ κύτταξε τὰ χέρια μου καὶ φέρε τὸ χέρι σου καὶ βάλε το εἰς τὴν πλευράν μου καὶ μὴ γίνεσαι ἄπιστος ἀλλὰ πιστός». Ὁ Θωμᾶς τοῦ ἀπεκρίθη, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐπειδὴ μὲ εἶδες, ἐπίστεψες. Μακάριοι εἶναι ἐκεῖνοι ποὺ δὲν μὲ εἶδαν καὶ ὅμως ἐπίστεψαν».
Καὶ ἄλλα πολλὰ θαὐματα ἔκανε ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν του, τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦτο. Αλλ’ αὐτὰ ἔχουν γραφῆ γιὰ νὰ πιστέψετε ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ πιστεύοντες νὰ ἔχετε ζωὴν εἰς τὸ ὄνομα αὐτοῦ.

ΠΗΓΗ : ΕΔΩ

ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ
 




 Προσέγγισις εἰς τήν συμπεριφοράν τοῦ Θωμᾶ (21-04-85)






ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : ΕΔΩ

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : ΟΜΙΛΙΕΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΟΣ




















Διακαινήσιμος Ἑβδομάς
(Ματθ. 28, 20)

Ὁ Εὐαγγελιστής Ματθαῖος διηγεῖται τήν Ἀνάστασιν τοῦ Χριστοῦ (ΣΤ΄- 1990)




ΠΗΓΗ : arnion.gr

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : ΟΜΙΛΙΕΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΑΣ




















Διακαινήσιμος Ἑβδομάς
(Ματθ. 28, 18-19)


 Ὁ Εὐαγγελιστής Ματθαῖος διηγεῖται τήν Ἀνάστασιν τοῦ Χριστοῦ (Ε΄- 1990)




ΠΗΓΗ : arnion.gr


ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : ΟΜΙΛΙΕΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΑΣ




















Διακαινήσιμος Ἑβδομάς
(Ματθ. 28, 16-17)


Ὁ Εὐαγγελιστής Ματθαῖος διηγεῖται τήν Ἀνάστασιν τοῦ Χριστοῦ (Δ΄- 1990)




ΠΗΓΗ : arnion.gr

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : ΟΜΙΛΙΕΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΑΣ




















Διακαινήσιμος Ἑβδομάς
(Ματθ. 28, 10-15)

Ὁ Εὐαγγελιστής Ματθαῖος διηγεῖται τήν Ἀνάστασιν τοῦ Χριστοῦ (Γ΄- 1990)




ΠΗΓΗ : arnion.gr

Σάββατο 8 Απριλίου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


Ἀκολουθία Ἑσπερινοῦ, Ὄρθρου, (ἀναγνώσματα) Λειτουργίας, Λυχνικοῦ doc & pdf.

ΑΠΟΣΤΟΛΟΣ
Προς Φιλιππησίους δ, 4-9
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.


Ἀπόδοση στη νεοελληνική
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ, πάντοτε! Ἐπαναλαμβάνω, χαίρετε!
Ἡ ἐπιείκειά σας ἂς γίνῃ γνωστὴ εἰς ὅλους τοὺς ἀνθρώπους. Ὁ Κύριος εἶναι πλησίον. Μὴ μεριμνᾶτε γιὰ τίποτε, ἀλλὰ γιὰ κάθε τι ἂς γίνωνται γνωστὰ τὰ αἰτήματά σας εἰς τὸν Θεὸν διὰ προσευχῆς καὶ δεήσεως μὲ εὐχαριστίαν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ποὺ ξεπερνᾶ κάθε σκέψιν, θὰ φρουρήσῃ τὶς καρδιές σας καὶ τὶς σκέψεις σας ἐν Χριστῷ Ἰησοῦ. Τέλος, ἀδελφοί, ὅσα εἶναι ἀληθινά, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἀγνά, ὅσα ἀγαπητά, ὅσα ἔχουν καλὴν φήμην, οἱαδήποτε ἀρετὴ ἢ οἱοσδήποτε ἔπαινος, αὐτὰ νὰ σκέπτεσθε. Αὐτὰ ποὺ ἐμάθατε καὶ παραλάβατε καὶ ἀκούσατε καὶ εἴδατε σ’ ἐμέ, αὐτὰ νὰ κάνετε καὶ ὁ Θεὸς τῆς εἰρήνης θὰ εἶναι μαζί σας.

ΕΥΑΓΓΕΛΙΟ
Κατά Ιωάννη ιβ' 1-18
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ.
Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
Εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.
Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Απόδοση στη νεοελληνική
Έξη ἡμέρες πρὶν ἀπὸ τὸ Πάσχα, ἦλθε ὁ Ίησοῦς εἰς τὴν Βηθανίαν, ὅπου ἦτο ὁ Λάζαρος, ὁ ὁποῖος εἶχε πεθάνει καὶ τὸν ὁποῖον ἀνέστησε ἐκ νεκρῶν. Ἐκεῖ τοῦ ἔκαναν δεῖπνον καὶ ἡ Μάρθα ὑπηρετοῦσε, ὁ δὲ Λάζαρος ἦτο μεταξὺ ἐκείνων ποὺ ἦσαν μαζί του στὸ τραπέζι.
Ἡ Μαρία τότε ἐπῆρε μίαν λίτραν γνησίου πολυτίμου μύρου νάρδου, ἄλειψε τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὰ εσφόγγισε μὲ τὰ μαλλιά της, καὶ τὸ σπίτι ἐγέμισε ἀπὸ τὴν μυρωδιὰ τοῦ μύρου. Λέγει τότε ἕνας ἀπὸ τοὺς μαθητάς του, ὁ Ἰούδας, ὁ υἱὸς τοῦ Σίμωνος ὁ Ἰσκαριώτης, ἐκεῖνος ποὺ θὰ τὸν παρέδιδε, «Γιατὶ δὲν ἐπουλήθηκε αὐτὸ τὸ μύρον γιὰ τριακόσια δηνάρια καὶ δὲν ἐδόθηκε εἰς τοὺς πτωχούς;». Αὐτὸ τὸ εἶπε ὄχι ἀπὸ ἐνδιαφέρον διὰ τοὺς πτωχούς, ἀλλὰ διότι ἦτο κλέπτης καὶ εἶχε τὸ ταμεῖον καὶ ἀφαιροῦσε ἐκεῖνα ποὺ ἔβαζαν μέσα.
Τότε εἶπε ὁ Ἰησοῦς, «Ἄφησέ την· διὰ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τὸ ἐφύλαξε· διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας, ἐνῷ ἐμὲ δὲν μὲ ἔχετε πάντοτε. Πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους ἔμαθαν ὅτι εἶναι ἐκεῖ, καὶ ἦλθαν ὄχι μόνον διὰ τὸν Ἰησοῦν, ἀλλὰ καὶ διὰ νὰ ἰδοῦν τὸν Λάζαρον, τὸν ὁποῖον ἀνέστησε ἐκ νεκρῶν. Οἱ ἀρχιερεῖς τότε ἀπεφάσισαν νὰ θανατώσουν καὶ τὸν Λάζαρον, διότι ἐξ αἰτίας του πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους ἔφευγαν καὶ ἐπίστευαν στὸν Ἰησοῦν.
Τὴν ἑπομένην ἡμέραν πολὺς κόσμος ποὺ εἶχε ἔλθει εἰς τὴν ἑορτήν, ὅταν ἄκουσαν ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα, ἐπῆραν κλάδους ἀπὸ φοίνικας καὶ ἐβγῆκαν πρὸς προϋπάντησίν του καὶ ἔκραζαν, «Ὡσαννά, εὐλογημένος νὰ εἶναι ἐκεῖνος ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ». Ὁ δὲ Ἰησοῦς εὑρῆκε ἕνα μικρὸν ὄνον, καὶ ἐκάθησε ἐπάνω του, καθὼς εἶναι γραμμένον, «Μὴ φοβᾶσαι, θυγατέρα Σιών, νά, ὁ βασιλεύς σου ἔρχεται καθισμένος εἰς ἕνα πουλάρι ὄνου».
Τὰ λόγια αὐτὰ δὲν τὰ κατάλαβαν τότε οἱ μαθηταί του, ἀλλ’ ὅταν ἐδοξάσθηκε ὁ Ἰησοῦς, τότε θυμήθηκαν ὅτι αὐτὰ ἦσαν γραμμένα γι’ αὐτόν καὶ ὅτι τοῦ τὰ ἔκαναν. Ὁ δὲ κόσμος ποὺ ἦταν μαζί του ἔδινε μαρτυρίαν ὅτι ἐφώναξε τὸν Λάζαρον ἀπὸ τὸ μνῆμα καὶ τὸν ἀνέστησε ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ τὸν ὑποδέχθηκε ὁ κόσμος διότι ἄκουσαν ὅτι ἔκανε αὐτὸ τὸ θαῦμα.

ΠΗΓΗ : ΕΔΩ 

ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ




Οἱ τρεῖς θριαμβευτικές εἴσοδοι τοῦ Χριστοῦ. (11-04-82)





ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : ΕΔΩ

Πέμπτη 6 Απριλίου 2017