Πέμπτη 4 Φεβρουαρίου 2021

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ : «ΜΗΝΥΜΑΤΑ ΨΑΛΜΩΝ» : ΨΑΛΜΟΣ 118ος

10. Ὁ ριη΄ (118ος) ψαλμός εἶναι τό Μέγα Ἀλφαβητάριον τῆς πίστεως καί τῆς ζωῆς καί ἕνας Αἶνοςτοῦ Λόγου τοῦ Θεοῦ. Εὐτυχεῖς ὅσοι ζοῦν τόν Νόμον τοῦ Θεοῦ καί ὅσοι ἐξερευνοῦν τόν Λόγον τοῦ Θεοῦ καί ἡ τήρησίς του ἀποτελεῖ παιδαγωγικόν ἀξίωμα διά τήν Νεολαία. Κρῦψε τόν Λόγον τοῦ Θεοῦ στήν καρδιά σου καί ποτέ δέν θά ἁμαρτήσης. Ἡ Ἁγία Γραφή φῶς στόν δρόμο τῆς ὑπάρξεως. (δ. 57') 25-09-1988
 
ΨΑΛΜΟΣ 118ος

ΜΑΚΑΡΙΟΙ οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
4 σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα.
5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
6 τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
7 ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.

8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
12 εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
13 ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
16 ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 

 

ΠΗΓΗ ΟΜΙΛΙΩΝ : arnion.gr