Σάββατο 29 Ιουνίου 2019

ΚΥΡΙΑΚΗ Β' ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ 12 ΑΠΟΣΤΟΛΩΝ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - (ΔΕΝ ΥΠΑΡΧΕΙ ΟΜΙΛΙΑ ΤΟΥ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΣΧΕΤΙΚΗ ΜΕ ΤΟΝ ΣΗΜΕΡΙΝΟ ΑΠΟΣΤΟΛΟ Ή ΤΟ ΕΥΑΓΓΕΛΙΟ)

 Ο Χριστός εν δόξη και οι δώδεκα Απόστολοι – άγνωστος ζωγράφος από την Κωνσταντινούπολη, μέσα 14ου αιώνα μ.Χ.

ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ : ΕΔΩ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' (δ' 9-16)
Ἀδελφοί, δοκῶ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, μοῦ φαίνεται ὅτι ὁ Θεὸς ἄφησε ἐμᾶς τοὺς ἀποστόλους νὰ ἐμφανισθοῦμε τελευταῖοι, σὰν καταδικασμένοι εἰς θάνατον, διότι ἐγίναμε θέαμα εἰς τὸν κόσμον, εἰς τοὺς ἀγγέλους καὶ εἰς τοὺς ἀνθρώπους. Ἐμεῖς θεωρούμεθα μωροὶ χάριν τοῦ Χριστοῦ, σεῖς φρόνιμοι ἐν Χριστῷ· ἐμεῖς ἀδύνατοι, σεῖς δυνατοί· σεῖς ἔνδοξοι, ἐμεῖς ἄσημοι. Ἕως αὐτὴν τὴν στιγμὴν καὶ πεινᾶμε καὶ διψᾶμε, εἴμεθα κακοντυμένοι, δεχόμεθα ραπίσματα, διάγομεν βίον πλανόδιον, κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν μᾶς βρίζουν, εὐλογοῦμεν, ὅταν μᾶς διώκουν, δείχνομεν ἀνοχήν· ὅταν μᾶς συκοφαντοῦν, μιλᾶμε εὐγενικά. Ἐγίναμε σὰν σκουπίδια τοῦ κόσμου· κάθαρμα ὅλων ἕως τὴν στιγμὴν αὐτήν.
Δὲν γράφω αὐτὰ διὰ νὰ σᾶς ντροπιάσω, ἀλλὰ διὰ νὰ σᾶς συμβουλεύσω σὰν παιδιά μου ἀγαπητά.
Διότι ἂν καὶ μπορῇ νὰ ἔχετε χιλιάδες παιδαγωγοὺς ἐν Χριστῷ, δὲν ἔχετε πολλοὺς πατέρας, διότι ἐγὼ σᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου. Σᾶς παρακαλῶ λοιπὸν νὰ γίνεσθε μιμηταί μου.

ΕΥΑΓΓΕΛΙΟ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ (θ' 36-38, ι' 1-8)
Τῷ καιρῷ εκείνω, ιδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, βλέποντας το πλήθος ὁ Ἰησοῦς, τοὺς σπλαγχνίσθηκε, διότι ἦσαν κατακουρασμένοι καὶ παρατημένοι σὰν πρόβατα ποὺ δὲν ἔχουν βοσκό.
Καὶ ἀφοῦ προσκάλεσε τοὺς δώδεκα μαθητὰς του, τοὺς ἔδωσε ἐξουσίαν ἐπάνω στὰ ἀκάθαρτα πνεύματα, νὰ τὰ βγάζουν καὶ νὰ θεραπεύουν κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν.
Τῶν δώδεκα ἀποστόλων ετὰ ὀνόματα εἶναι τὰ ἑξῆς: Πρῶτος ὁ Σίμων, ὁ ὁποῖος ὀνομάζεται Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφός του καὶ Ἰάκωβος ὁ υἱὸς τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφός του, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ υἱὸς τοῦ Ἀλφαίου καὶ Λεββαῖος, ὁ ὁποῖος ὠνομάσθη Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ ὁποῖος καὶ τὸν παρέδωσε.
Αὐτοὺς τοὺς δώδεκα ἔστειλε ὁ Ἰησοῦς καὶ τοὺς παρήγγειλε τὰ ἑξῆς, «Πρὸς τοὺς ἐθνικοὺς μὴ πηγαίνετε καὶ σὲ πόλιν τῶν Σαμαρειτῶν μὴ μπαίνετε, ἀλλὰ πηγαίνετε μάλλον εἰς τὰ χαμένα πρόβατα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
«Καθὼς πηγαίνετε, νὰ κηρύττετε καὶ νὰ λὲγετε ὅτι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενεῖς νὰ θεραπεύετε, νεκροὺς νὰ ἀνασταίνετε, λεπροὺς νὰ καθαρίζετε, δαιμόνια νὰ διώχνετε. Δωρεὰν ἐλάβατε, δωρεὰν δώσατε.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος Φίλιππος, σὺν Ματθαίω καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμὰς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοώντας χαίρετε Λόγου οἱ αὐτόπται.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ , ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.