101. Ἡ τιμωρία τῶν παραχαρακτῶν τοῦ Βιβλίου τῆς Ἀποκαλύψεως. Ὁ Διάλογος μέσα εἰς τήν ἱστορίαν τῆς θεωμένης Ἐκκλησίας μετά τοῦ Χριστοῦ. 22,17 – 21 (25/03/84)
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
17 Καὶ τὸ Πνεῦμα
καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου. καὶ ὁ διψῶν
ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. 18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ
ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ
ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ' αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ
βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς
προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς
καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. 20
Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναὶ ἔρχομαι ταχύ. Ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.