60. Προπαρασκευή τῆς Κρίσεως. Ὁ εὐαγγελισμός τῶν ἐθνῶν. Ἡ πτῶσις τῆς Βαβυλῶνος. 14, 6 – 8 (12/12/82)
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
. 6 Καὶ εἶδον ἄλλον
ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον
εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν
καὶ γλῶσσαν καὶ λαόν, 7 λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν Κύριον καὶ
δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ
ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων. 8
καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε λέγων· Ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ
μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ
ἔθνη.