43. Ὅρκος τοῦ Ἀγγέλου ὅτι «χρόνος οὐκέτι ἔσται». Κατάβρωσις τοῦ βιβλιαριδίου καί νέες ἀποκαλύψεις εἰς τόν Προφήτην Ἰωάννην. Α' μέρος Β' Διαψάλματος ὅπου καί ἡ καταμέτρησις τοῦ Ναοῦ. 10, 5 – 11 11, 1 – 2 ( 21/02/82)
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
5 Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς
θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν
οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ
τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται, 7 ἀλλ' ἐν ταῖς ἡμέραις τῆς φωνῆς
τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ
Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. 8 Καὶ ἡ φωνὴ ἣν
ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ' ἐμοῦ καὶ λέγουσα· Ὕπαγε λάβε
τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς
θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ
δοῦναί μοι τὸ βιβλιδάριον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ
πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ' ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10
καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ
ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ
κοιλία μου. 11 καὶ λέγουσί μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ
ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· Ἔγειρε
καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς
προσκυνοῦντας ἐν αὐτῷ· 2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω
καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν
πατήσουσι μῆνας τεσσαράκοντα δύο.