35. Ὁ ἀριθμός τῶν ἐσφραγισμένων πιστῶν. Ἡ σημασία τῆς ἀναφορᾶς τῶν 12 φυλῶν τοῦ Ἰσραήλ. 7, 4 – 8 (06/12/81)
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν
ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ
πάσης φυλῆς υἱῶν Ἰσραήλ· 5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι,
ἐκ φυλῆς Ρουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, 6 ἐκ
φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς
Μανασσῆ δώδεκα χιλιάδες, 7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς
Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες, 8 ἐκ φυλῆς
Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς
Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.