Αναπαράσταση αρχιτεκτονικό μοντέλο της αρχαίας ακρόπολης στην Πέργαμο.
12. Ἡ συναγωγή τοῦ Σατανᾶ. Ὁ διωγμός τῆς Ἐκκλησίας τῆς Σμύρνης. Ἐπαγγελίαι πρός αὐτήν. Προοίμιον Ἐπιστολῆς πρός Ἐπίσκοπον Περγάμου. (2, 9β – 12 01-02-81)
ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ καὶ
τὴν βλασφημίαν ἐκ τῶν λεγόντων ᾿Ιουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν,
ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ. 10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ
μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε
θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον
τῆς ζωῆς. 11 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
῾Ο νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ρομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·