ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
9 ᾿Εγὼ ᾿Ιωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ
βασιλείᾳ καὶ ὑπομονῇ ἐν ᾿Ιησοῦ Χριστῷ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ
Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ᾿Ιησοῦ Χριστοῦ. 10
ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνὴν ὀπίσω μου
μεγάλην ὡς σάλπιγγος 11 λεγούσης· ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ
πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς ῎Εφεσον καὶ εἰς Σμύρναν καὶ εἰς
Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς
Λαοδίκειαν.