Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ ΟΥ ΔΕΔΕΤΑΙ. Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ ΕΙΝΑΙ ΖΩΝΤΑΝΟΣ. ΔΕΝ ΕΙΝΑΙ ΜΙΑ ΑΦΗΡΗΜΕΝΗ ΕΝΝΟΙΑ. ΕΙΝΑΙ ΠΡΟΣΩΠΟ. ΓΙ' ΑΥΤΟ ΕΙΝΑΙ ΖΩΝΤΑΝΟΣ. ΕΙΝΑΙ Ο ΕΝΥΠΟΣΤΑΤΟΣ ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ, Ο ΥΙΟΣ, ΤΟ ΔΕΥΤΕΡΟ ΠΡΟΣΩΠΟ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ. ΚΑΙ ΣΑΝ ΠΡΟΣΩΠΟ ΔΙΚΑΙΩΝΕΙ, ΦΩΤΙΖΕΙ, ΣΤΗΡΙΖΕΙ, ΚΑΘΟΔΗΓΕΙ, ΤΡΕΦΕΙ, ΠΡΟΣΤΑΤΕΥΕΙ, ΕΝΙΣΧΥΕΙ, ΕΚΔΙΚΕΙΤΑΙ. ΓΙ' ΑΥΤΟ ΕΙΝΑΙ ΑΝΑΓΚΗ ΝΑ ΜΕΛΕΤΑΜΕ ΚΑΙ ΝΑ ΑΚΟΥΜΕ ΤΟ ΛΟΓΟ ΤΟΥ ΘΕΟΥ. (ΓΕΡΟΝΤΑΣ ΑΘΑΝΑΣΙΟΣ ΜΥΤΙΛΗΝΑΙΟΣ, 1927-2006) - ΠΡΟΣ ΔΟΞΑΝ ΤΟΥ ΑΓΙΟΥ ΤΡΙΑΔΙΚΟΥ ΘΕΟΥ
▼
Τετάρτη 12 Αυγούστου 2026
Παρασκευή 7 Αυγούστου 2026
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗ ΜΕΤΑΜΟΡΦΩΣΗ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' (δ' 9-16)
Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς
ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ
ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· 15
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας·
ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.