Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ
2. Παραδείγματα
Θείας Σοφίας ἐπί τῆς κτίσεως. Ἡ Σοφία ἐνανθρωπιζομένη κατά τό «ὁ Λόγος
Σάρξ ἐγένετο». Αἱ πορεῖαι τῆς Σοφίας εἶναι αἰώνιες ἐντολές. Ἡ ρίζα, ἡ
οὐσία τῆς ἐνυποστάτου Σοφίας ἄγνωστος καί ἀψηλάφητος καί ἀδιανόητος. 1, 2 - 7 (28/08/84)
Κείμενο ανάλυσης : 1, 2-7
ΠΑΣΑ σοφία
παρὰ Κυρίου καὶ μετ᾿
αὐτοῦ ἐστιν εἰς τὸν
αἰῶνα. 2 ἄμμον θαλασσῶν καὶ
σταγόνας ὑετοῦ καὶ
ἡμέρας αἰῶνος τίς
ἐξαριθμήσει; 3 ὕψος οὐρανοῦ
καὶ πλάτος γῆς καὶ ἄβυσσον
καὶ σοφίαν τίς ἐξιχνιάσει; 4
προτέρα πάντων ἔκτισται σοφία
καὶ σύνεσις φρονήσεως ἐξ
αἰῶνος [5 πηγὴ σοφίας λόγος
Θεοῦ ἐν ὑψίστοις, καὶ αἱ
πορεῖαι αὐτῆς ἐντολαὶ
αἰώνιοι]. 6 ρίζα σοφίας τίνι
ἀπεκαλύφθη; καὶ τὰ
πανουργεύματα αὐτῆς τίς
ἔγνω; [7 ἐπιστήμη σοφίας τίνι
ἐφανερώθη; καὶ τὴν
πολυπειρίαν αὐτῆς τίς
συνῆκε;]
ΠΗΓΗ: arnion.gr