Τρίτη 21 Σεπτεμβρίου 2021

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΣΟΦΙΑ ΣΕΙΡΑΧ : ΟΜΙΛΙΑ 27η

O BAΣΙΛΙΑΣ ΣΟΛΟΜΩΝ ΚΑΙ Ο ΣΟΦΟΣ ΣΕΙΡΑΧ

27η.  Μή στηρίζεσαι στά χρήματα καί στή δύναμί σου. Μή ἀποτινάξης τήν αὐθεντία τοῦ Θεοῦ, μήτε νά ἀμβλύνης τό ἠθικό σου αἰσθητήριον. Μή ἔχης ἀφοβίαν ἁμαρτίας, οὔτε νά σκέπτεσαι ὅτι ὁ Θεός εἶναι μόνον ἀγάπη. Τά ἄδικα χρήματα εἶναι ἀνευλόγητα. Μή ἀναβάλης τήν μετάνοιά σου.   5, 1 - 8     13/05/86

 ΚΕΙΜΕΝΟ ΑΝΑΛΥΣΗΣ
 ΜΗ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι. 2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου, 3 καὶ μὴ εἴπῃς· τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε. 4 μὴ εἴπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. 5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις· 6 καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. 7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. 8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς.
 

 

ΠΗΓΗ : arnion.gr