Σάββατο 23 Φεβρουαρίου 2013

ΚΥΡΙΑΚΗ 24 ΦΕΒΡΟΥΑΡΙΟΥ : ΙϚ´ ΛΟΥΚΑ - ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ (ΑΡΧΗ ΤΡΙΩΔΙΟΥ) - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ



Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα    4:6-15



Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών͵ ἐκ σκότους φῶς λάμψαι͵ ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως͵ κατὰ τὸ γεγραμμένον͵ Ἐπίστευσα͵ διὸ ἐλάλησα͵ καὶ ἡμεῖς πιστεύομεν͵ διὸ καὶ λαλοῦμεν͵ εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς͵ ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.



Το Ευαγγελικό Ανάγνωσμα
(Λουκ. ιη´ 10-14)


Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ῾Ο Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι,ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Απόδοση:
Εἶπε ὁ Κύριος τήν παραβολή· Δύο ἄνθρωποι ἀνέβηκαν στὸν ναὸ γιὰ νὰ προσευχηθοῦν, ὁ ἕνας ἦταν Φαρισαῖος κι ὁ ἄλλος τελώνης. ῾Ο Φαρισαῖος στάθηκε ἐπιδεικτικὰ κι ἔκανε τὴν ἑξῆς προσευχὴ σχετικὰ μὲ τὸν ἑαυτό του· “Θεέ μου, σ’ εὐχαριστῶ ποὺ ἐγὼ δὲν εἶμαι σὰν τοὺς ἄλλους ἀνθρώπους ἅρπαγας, ἄδικος, μοιχός, ἢ καὶ σὰν αὐτὸν ἐδῶ τὸν τελώνη. ᾿Εγὼ νηστεύω δύο φορὲς τὴν ἑβδομάδα καὶ δίνω στὸν ναὸ τὸ δέκατο ἀπ’ ὅλα τὰ εἰσοδήματά μου”. ῾Ο τελώνης, ἀντίθετα, στεκόταν πολὺ πίσω καὶ δὲν τολμοῦσε οὔτε τὰ μάτια του νὰ σηκώσει στὸν οὐρανό. Χτυποῦσε τὸ στῆθος του καὶ ἔλεγε· “Θεέ μου, σπλαχνίσου με τὸν ἁμαρτωλό”.Σᾶς βεβαιώνω πὼς αὐτὸς ἔφυγε γιὰ τὸ σπίτι του ἀθῶος καὶ συμφιλιωμένος μὲ τὸν Θεό, ἐνῶ ὁ ἄλλος ὄχι· γιατὶ ὅποιος ὑψώνει τὸν ἑαυτό του θὰ ταπεινωθεῖ, κι ὅποιος τὸν ταπεινώνει θὰ ὑψωθεῖ».

ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ  


Βασικές προϋποθέσεις μιᾶς καλῆς ἐπικοινωνίας μέ τόν Θεόν. (07-2-82)